Origen de la ceguera y de
la capacidad adivinatoria de Tiresias, tal como lo cuenta Hesíodo. (Apolodoro, Bibliotheca
mitologica, 3, 69-72)
Ἦν δὲ παρὰ Θηβαίοις μάντις Τειρεσίας, γενόμενος τυφλὸς τὰς ὁράσεις. (…) Ἡσίοδος δέ φησιν ὅτι, θεασάμενος ὄφεις συνουσιάζοντας(1) καὶ τούτους τρώσας, ἐγένετο ἐξ ἀνδρὸς γυνή,πάλιν δὲ τοὺς αὐτοὺς ὄφεις παρατηρήσας συνουσιάζοντας(1), ἐγένετο ἀνήρ. Διόπερ Ἥρα καὶ Ζεὺς, ἀμφισβητοῦντες πότερον(2) τὰς γυναῖκας ἢ τοὺς ἄνδρας ἥδεσθαι μᾶλλον ἐν ταῖς συνουσίαις(3) συμβαίνοι, τοῦτον(4) ἀνέκριναν. Ὁ δὲ ἔφη, δέκα μοιρῶν περὶ τὰς συνουσίας οὐσῶν, τὴν μὲν μίαν ἄνδρας ἥδεσθαι, τὰς δὲ ἐννέα γυναῖκας. Ὅθεν Ἥρα μὲν αὐτὸν ἐτύφλωσε, Ζεὺς δὲ τὴν μαντικὴν
αὐτῷ ἔδωκεν.
Notas: (1) συνουσιάζοντας: de συνουσιάζω, “copular”, “tener relaciones sexuales”. (2) πότερον … συμβαίνοι: “quién conseguía… ”. (3) ἐν ταῖς συνουσίαις:
“en las relaciones sexuales”. (4) τοῦτον: se refiere a Tiresias.